Ancient Greek
P.Sarap. 19
Documentary Papyri, P.Sarap. 19
Not analysed yet
…ς Ἀμμωνίου τοῦ Σύρου μητρὸς …οσοῦτος τῶν ἀπὸ κώμης Θύνεως καταγεινόμενος ἐν Μαγδώλοις Μιρὴ ὡς ἐτῶν μβ οὐλὴ …ἀριστερ Εὐτυχίδηι Σαραπίωνος χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς διακοσίας γίνονται ἀργυρίου σ ἃς καὶ ἀποδώσω σοι ἐν Παῦνι μηνὶ τοῦ ἐνεστῶτος τρίτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ ἀντιλογίας, τῆς πράξεως οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι κβ. Ἑρμαῖος ὁ καὶ Φιβίων Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.