Ancient Greek
P.Sarap. 20
Documentary Papyri, P.Sarap. 20
Not analysed yet
Ἀλεξᾶς Παθώτου μητρὸς Τεραῦτος Ἑρμοπολίτης ἀναγραφόμενος ἐπὶ Φρουρίου λιβὸς ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Εὐτυχίδηι Σαραπίωνος χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς εἰς προχρείαν ἀργυρίου κεφαλαίου δραχμὰς εἴκοσι τέσσαρας ἀργυρίου δραχμαὶ κδ ἐφʼ ᾧ παρέξομαι ἐμαυτὸν ἐφʼ ἡμέρας τριάκοντα μίαν ἐν τῆι τοῦ ἐνεστῶτος ἕκτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κ…α… παρεξόμενον ἀντὶ τῶν προκειμένων δραχμῶν εἴκοσι τεσσάρων διὰ τὸ ἐπὶ τούτοις συμπεφωνηκέναι. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼτ ια. Ὡρίων Ἑρμίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.