Ancient Greek
P.Sarap. 21
Documentary Papyri, P.Sarap. 21
Not analysed yet
Παῆσις ὁ καὶ Ἰσίδωρος …ώτου ζευγηλάτης ὑποτελῶν κυρίωι δεσπότηι Εὐτυχίδηι Σαραπίωνος χαίρειν. δὸς Ἑρματῦτι ἀφʼ ὧν ἔχεις μου μισθοφορ…ποτ… χωρίου σου ἐκ τοῦ Νικείου κλήρου ἔτι ἐσομένου γενήματος τοῦ ἐνεστῶτος ια ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, μεθʼ ἃς ἔσχον παρὰ σοῦ ἐπὶ τοῦ πάροντος, ἄλλας ἐπὶ λόγῳ δραχμὰς τριάκοντα ἕξ γίνονται ἐπὶ λόγῳ δραχμαὶ λϛ. ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Χοίακ ιζ. Παῆσις ὁ καὶ Ἰσίδωρος πα… τα δὸς αὐτῷ …ρ… καὶ τὰς ἐπὶ λόγωι δραχμὰς τριάκοντα ἕξ .