Ancient Greek
P.Sarap. 22 a
Documentary Papyri, P.Sarap. 22a
Not analysed yet
…Νικοδήμου μετὰ κυρίου τοῦ ἐμαυτῆς ἀδελφοῦ Π…ιμου τοῦ καὶ Πα… …Σαραπίωνος γεωργῷ χαίρειν. μεμίσθωκά σοι …ν πρὸς μόνον τὸ ἐνεστὸς ϛ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας μοι ἐκ τοῦ Μιρήους κλήρου περὶ Μαγδῶλα Μιρὴ …κ ἀρούρας δέκα καὶ ἐκ τοῦ Πτολεμαίου τοῦ Ἀν… κλήρου περὶ τὴν αὐτὴν κώμην ἄλλας ἀρούρας ὀκτὼ ἥμισυ ……ἄρουραι δέκα ὀκτὼ ἥμισυ εἰς σπορὰν πυροῦ καὶ φακοῦ κατὰ τὸ ἥμισυ ,ἐκφορίου ἑκάστης ἀρούρας ἀνὰ ἀρτάβας πέντε δίμοιρον ὧν τὸ ἥμισυ ἐν πυρῷ καὶ τὸ ἄλλο ἥμισυ ἐν φακῷ καὶ μετρήσεις τὰ προκείμενα ἐκφόρια ἐν τῷ Ἐφεὶπ μηνὶ …νέα καθαρὰ ἄδολα μέτρῳ Ἀθηναίου ἑκτημόρῳ καθεσταμένα ἐφʼ ἁλώνων …ι σοι ὁ προγεγραμμένος