Ancient Greek
P.Sarap. 23
Documentary Papyri, P.Sarap. 23
Not analysed yet
…πασῶν ἓξ τη… …σι καὶ τη… α δ ἀνὰ πυροῦ ἀρτάβας ἓξ ἥμισυ καὶ τῷ εἰσιόντι ζ ἔτει τὰ ἀπὸ ἀναπαύματος ἀνὰ πυροῦ ἓξ ἥμισυ καὶ τὰ ἀπὸ καλάμης ἀνὰ ἀργυρίου δραχμὰς εἴκοσι . πάντα δὲ μετρήσεις κατʼ ἔτος ἐν τῷ Ἐπεὶφ μηνὶ, τὸν μὲν πυρὸν μετρήσεις εἰς τοὺς δημοσίους θησαυροὺς μιάν Ἀθηναίου ἀντὶ μιᾶς δοχικοῦ, τὸν δὲ ἀργυρικὸν φόρον δόκιμον ἄριστον, τῶν δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν ὄντων πρὸς ἐμέ τὸν Μεγχῆν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼτ γ. Δημήτριος Ἡρώδου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.