Ancient Greek
P.Sarap. 28
Documentary Papyri, P.Sarap. 28
Not analysed yet
Φιβίων Πτολεμαίου Ἀνουβίωνι Σαραπίωνος χαίρειν. μεμίσθωκά σοι πρὸς μόνον τὸ ἐνεστὸς δέκατον ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου εἰς ξυλαμὴν ἄρακος καὶ βρῶσιν καὶ κοίτην προβάτων ἐκ μὲν τοῦ Ἀττείνου ἀρούρας δέκα τρεῖς καὶ ἐκ τοῦ Σίμου ἀρούρας ἕξ καὶ περὶ Κολογχήους τῆς πέμπτης μερίδος ἀρούρας ὀκτὼ ἥμισυ γείνονται ἐπὶ τὸ αὐτὸ ἄρουραι εἴκοσι ἐπτὰ ἥμισυ ,φόρου ἑκάστης ἀρούρης δραχμῶν δέκα ἐννέα ἐφʼ ἑκάστης φανησομένης ἐν σπόρῳ καὶ δε…σομεν …τρια …των …