Ancient Greek
P.Sarap. 28 bis (p. 277-278)
Documentary Papyri, P.Sarap. 28bis
Not analysed yet
…καὶ δώσομέν σοι κατʼ ἔτος …ὑπὲρ μισθωτικοῦ δραχμὰς ὀκτὼ καὶ παιδαρίοις ἀνὰ πυροῦ ἀρτάβην ἥμισυ καθὼς πρόκειται. ἐκφόρια μετρήσομέν σοι ἐν μηνὶ …νέα καθαρὰ ἄδολα ἄβολα καὶ πυρὸν ἄκριθον πάντα κεκοσκινευμένα μέτρωι Ἀθηναίου ἑκτημόρωι ἐφʼ ἁλώνων κώμης Μαγδώλων Μιρή τῶν δημοσίων πάντων ὄντων πρός σε τὴν κάτοικον καὶ ἀμεθεστάτους ἡμᾶς φυλάξῃς. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ κβ. Ἰσιδώρα Π…ου του…ι…ενου… μεμίσθωκα …ἀποτάκτου πυροῦ ἀρούρας δέκα ἑπτὰ ἥμισυ ,ἐκφορίου ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας πέντε ἥμισυ καὶ φακοῦ ὀκτὼ τῆς ἄλλης ἡμισείας ἐκφορ…ου τα… πάντων …νου… κεκοσκινευμένα. αμμώνιος Νίκωνος ἐπιγέγραμμαι …τῆς μητρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.