Ancient Greek
P.Sarap. 29
Documentary Papyri, P.Sarap. 29
Not analysed yet
Εὐτυχίδης Ἀχιλλίωνος Σαραπίωνι Εὐτυχίδου γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ πάντα τὰ ἐκφόρια ὧν γεωργεῖς μου ἀρουρῶν ἐκ τοῦ Θεοφίλου κλήρου ἀρούρας ἐννέα γενήματος τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐγκαλῶ. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρίου κζ