Ancient Greek
P.Sarap. 30
Documentary Papyri, P.Sarap. 30
Not analysed yet
Ἑλένη Μηνοδώρου μετὰ κυρίου τοῦ ἐμαυτῆς ἀδελφοῦ Σαραπίωνος Μηνοδώρου τοῦ Μηνοδώρου Εὐτυχίδῃ Σαραπίωνος γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ πᾶν τὸ ἀργυρικόν φόρον ὧν γεωργεῖς μου ἀρουρῶν γενήματος τοῦ ἐνεστῶτος ιγ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐνκαλῶ. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Μεσορὴ γ. Σαραπίων Μηνοδώρου ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.