Ancient Greek
P.Sarap. 34
Documentary Papyri, P.Sarap. 34
Not analysed yet
Κάστωρ Ἀρίωνος καὶ Ἡφαιστίων …τρ… γεωργοὶ Φιβᾶτι Σαραπίωνος Ἑρμοπολίτῃ ὑπογεωργῷ χαίρειν. ἀπέχομεν παρὰ σοῦ ὃν ὀφείλεις ἡμῖν …τικόν φόρον ὧν ἐγεώργησας ἀρουρῶν ἀπὸ οὐσιακῆς γῆς ἐκ τοῦ …θαίου κλήρου γενήματος τοῦ ἐνεστῶτος ζ ἔτους Ἁδριανοῦ τοῦ κυρίου καὶ οὐδέν σοι ἐνκαλοῦμεν, τῶν δημοσίων πάντων ὄντων πρὸς ἡμᾶς. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ …. Κάστωρ Ἀρίωνος συναπέχω τὸν φόρον. καὶ ὁ πατράδελφος Ἡφαιστίων ἔγραψα ὑπὲρ τοῦ πατρός μου μὴ εἰδότος γράμματα.