Ancient Greek
P.Sarap. 35
Documentary Papyri, P.Sarap. 35
Not analysed yet
Ἀχιλλεὺς Ἁρπαησίωνος τ…ιβ… …Ἀνουβίωνι Σαραπίωνος ἀπέχω παρὰ σοῦ τὸν ἀργυρικὸν φόρον ὧν ἐγεώργησάς μου ἀρουρῶν ἐν τῷ Περὶ πόλιν κάτω περὶ Μαγδῶλα Μιρὴ γενήματος τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐνκαλῶ περὶ τῶν αὐτῶν ἐκφορίων, ὄντων τῶν δημοσίων πάντων εἶναι πρὸς ἐμὲ τὸν γεοῦχον. ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδρ…ανοῦ Σεβαστοῦ Μεσορὴ …