Ancient Greek
P.Sarap. 37
Documentary Papyri, P.Sarap. 37
Not analysed yet
Χαιρήμων Πολυδεύκους Ἀνουβίωνι Σαραπίωνος χαίρειν. ἀπέχω παρὰ σοῦ πάντα τὰ ἐκφόρια ὧν ἐγεώργησάς μου ἀρουρῶν ἐν τῷ Περὶ πόλιν κάτω περὶ Μαγδῶλα Μιρὴ ἐκ τοῦ Ἀττείνου κλήρου γενήματος τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐνκαλῶ, τῶν δημοσίων ὄντων πρὸς ἐμέ. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ κε.