Ancient Greek
P.Sarap. 36
Documentary Papyri, P.Sarap. 36
Not analysed yet
Δημητρία ἡ καὶ Τασεῦς Ἀπολλωνίδου μετὰ κυρίου τοῦ ἐμαυτῆς υἱοῦ Ἀρείου Νεάρχου τοῦ καὶ Μεγχήους Ἀνουβίωνι Σεραπίωνος γεωργῶι χαίρειν. μεμέτρημαι παρὰ σοῦ πάντα τὰ ἐκφόρια ὧν ἐγεώργησάς μου ἀρουρῶν γενήματος τοῦ διεληλυθότος ἐνάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐνκαλῶ περὶ οὐδενὸς ἁπλῶς, τῶν δημοσίων ὄντων πρὸς ἐμὲ τὴν κάτοικον. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼτ ιγ. Ἄρειος Νεάρχου ἐπιγέγραμμαι τῆς μητρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.