Ancient Greek
P.Sarap. 39
Documentary Papyri, P.Sarap. 39
Not analysed yet
…Σαραπίωνος γεωργῶι χαίρειν. μεμέτρημαι παρὰ σοῦ σὺν οἷς μεμέτρηκας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον πάντα τὰ ἐκφόρια ὧν γεωργεῖς μου ἀρουρῶν ἐν τῶι Περὶ πόλιν κάτω ἐν τοῖς ἀπὸ …μέρεσι Μαγδώλων Μιρήους γενήματος τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐγκαλῶ περὶ τῶν ἐκφορίων, τῶν δημοσίων πάντων ὄντων πρὸς ἐμέ, μὴ ἐλαττουμένου μου ὑπὲρ ὧν ὀφείλεις …τ… δωδεκάτου ἔτους. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …αν… ἔγραψα τὸ σῶμα …ου τὰ προκείμενα ἐκφόρια …καθὼς πρόκειται.