Ancient Greek
P.Sarap. 40
Documentary Papyri, P.Sarap. 40
Not analysed yet
Κλαύδιος Ἴων ἐπίτροπος Κλαυδίας Ἀθηναίδος Εὐτυχίδῃ Σαραπίωνος γεωργῶι χαίρειν. ἔσχον παρὰ σοῦ ἀφʼ ὧν ὀφείλεις φόρων ἐπὶ λόγωι ἀργυρίου δραχμὰς χιλίας τετρακοσίας τριάκοντα δύο γίνονται Αυλβ. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ ι. Κλαύδιος Ἴων ἔσχον τὰς τοῦ ἀργυρίου δραχμὰς χιλίας τετρακοσίας τριάκοντα δύο γίνονται δραχμαὶ Αυλβ.