Ancient Greek
P.Sarap. 41
Documentary Papyri, P.Sarap. 41
Not analysed yet
Νικόμαχος Ἀπολλωνίου Εὐτυχίδῃ Σαραπίωνος γεωργῷ χαίρειν. μεμέτρημαι παρὰ σοῦ σὺν οἷς μεμέτρηκας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον πάντα τὰ ἐκφόρια γενήματος τρεισκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου καὶ οὐδέν σοι ἐγκαλῶ, τῶν δημοσίων πάντων ὄντων πρὸς ἐμὲ τὸν γεοῦχον. ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ κ.