Ancient Greek
P.Sarap. 48 b (p. 288-289)
Documentary Papyri, P.Sarap. 48b
Not analysed yet
…παρὰ Πεκύσιος Καλήους γεωργοῦ τῶν καταγινομένων ἐν Μαγδώλοις Μιρὴ. βούλομαι ἑκουσίως μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς θ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας τῶι Ἀπολλωνίωι …ι Σεσι… ἐκ Λάμονος κλήρου ἀρούραν μίαν ἥμισυ τέταρτον τῆς εὑρεθησομένης ἐν σπόρωι εἰς ξυλαμὴν ἄρακος εἰς κοίτην προβάτων, φόρου ἑκάστης ἀρούρης ἀργυρίου δραχμῶν εἴκοσι τεσσάρων ἃς καὶ ἀποδώσω τῶι Ἐφεὶπ μηνὶ τοῦ αὐτοῦ ἐνάτου ἔτους ἀνυπερθέτως, τῶν δημοσίων ὄντων πρὸς τὸν γεοῦχον. …