Ancient Greek
P.Sarap. 48 bis (p. 280-282)
Documentary Papyri, P.Sarap. 48bis
Not analysed yet
…Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας μοι ἐν τῷ Περὶ πόλιν κάτω περὶ Μαγδῶλα Μιρὴ ἐκ τοῦ …υ…ρ…ιου κλήρου ἀρούρας …,τῷ μὲν ἐνεστῶτι η ἔτει ἐκφορίου ἀρούρης ἑκάστης κριθῆς καθαρὰς ἀρταβῶν ὀκτὼ τρίτου γίνονται η γ καὶ τῷ …εἰς σπορὰν πυροῦ …ἐκφορίου πυροῦ …η γ ἃς καὶ μετρήσεις μοι εἰς τοὺς δημοσίους θησαυροὺς καὶ ἐποίσεις μοι μέτρησιν ἐν τῷ Ἐπεὶφ μηνὶ τοῦ …καὶ τὴν μέτρησιν τοῦ η ἔτους μετρήσεις μοι ἐν τῷ Ἐπεὶφ μηνὶ καὶ καταστήσεις εἰς Ἑρμούπολιν εἰς οἶκον παρʼ ἐμὲ νέα καθαρὰ ἄδολα ἄβολα μέτρῳ Ἀθηναίου ἑκτημόρῳ καὶ δώσεις μοι μόνῳ οἴνου κεράμι ϛ, τῶν δημοσίων πάντων ὄντων πρὸς ἐμὲ τὸν γεοῦχον. ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ ε. …Θρᾷξ Παθώτου μεμίσθωμαι καθὼς πρόκειται Ἀμμώνιος Σ…οῦ ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.