Ancient Greek
P.Scholl 6
Documentary Papyri, P.Scholl 6
Not analysed yet
ιθ Ἄρειος βασιλικὸς γραμματεὺς Ἀρσινοίτου Θεμίστου μερίδος …ωι ἐργοσκόπῳ τῆς αὐτῆς μερίδος χαίρειν τῆς δοθείσης μοι ὑποσχέσεως ὑπὸ Ζωίλου τοῦ Ἡ… βουλομένου βαστάξαι ἀπὸ …οὐσιακῶν τόπων τὸν σημαινόμενον ἀριθμὸν ……τὸν πρότερον …τὸ ἀντίγραφον σοι ἐπέστειλα ……ε…ησε… Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρείωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος παρὰ Ζωίλου τοῦ Ἡ… ἀπὸ ἀμφόδου Βιθυνῶν Ἰσίωνος …βούλομαι ὀρύξαι καὶ βαστάξαι …ἀπὸ ἁλμῶν ἀφόρων τ… Παλλαντιανῆς οὐσίας …σάκκους διακοσίους …περὶ κώμην Ἀλεξάνδρου Νῆσον τιμῆς τῶν σάκκων ἑκατὸν δραχμῶν …γίνονται δραχμαὶ …καὶ τῶν προσδιαγραφομένων καὶ βαστάξας διαγράψω τὴν τούτων τιμὴν ἐὰν φαίνηται ἐπιχωρῆσαι. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ γ.