Ancient Greek
P.Scholl 8
Documentary Papyri, P.Scholl 8
Not analysed yet
χμγ ϙθ ὑπατείας Φλαουίου Ἀνθεμίου τοῦ ἐνδοξοτάτου Θὼθ κ θ ἰνδικτίονος. …ευ… ἐν Ἑρμοῦ πόλει τῇ λαμπροτάτῃ …εντω ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου …που Ὥρου …πωμαρίτου ἀπὸ κώμης Τεμσεὺ Σκόρδων τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐπὶ δεκαετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς δεκάτης ἰνδικτίονος τὸ ὑπάρχον τῇ σῇ εὐγενείᾳ αἱροῦν καὶ ἐπιβάλλον μέρος τοῦ πωμαρίου οἵας ἐστὶν διαθέσεως σὺν φυτοῖς πᾶσι καὶ φοίνιξι καὶ παντὶ τῷ ἀνήκοντι τῷ αὐτῷ αἱροῦντί σοι μέρει τοῦ πωμαρίου δικαίῳ διακειμένου περὶ πρακτορίαν τῆς αὐτῆς κώμης Τεμσεὺ καὶ μεμίσθωμαι καὶ τὸ ἐπιβάλλον σοι μέρος τῶν φοινίκων τῶν ὄντων ἐν τῇ χέρσῳ τόπου καὶ τῶν ὄντων ὑπ’ ἐμε τὸν πωμαρίτην φόρου τοῦ σοῦ τούτου τοῦ πωμαρίου καὶ τῶν φοινίκων κατ’ ἔτος ζιζύφων ἀρτάβης μιᾶς τρίτου μέτρῳ Ἀθηναίῳ ὅνπερ φόρον ἀποδώσω καὶ μετρήσω τῷ Φαμενὼθ μηνὶ ἑκάστου ἔτους ἤγουν ὑπὲρ τούτου φόρου κεράτια ὀκτὼ ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …πος Ὥρου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἰσάκιος Ἑρμείνου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …ος διάκονος τοῦ ἁγίου μοναστηρίου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Φοιβάμμων Ἰωάννου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Φοιβάμμων Λαμάχου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. δι’ ἐμοῦ Πινουτίωνος ἐγράφη.