Ancient Greek
P.Select 10
Documentary Papyri, P.Select 10
Not analysed yet
ἡ κρατίστη βουλὴ Ἑρμουπόλεως τῆς λαμπροτάτης διὰ Αὐρηλίου Φοιβάμμωνος Ἑρμαίωνος πολιτευομένου ἐνάρχου μελλοπροέδρου τῆς αὐτῆς πόλεως Αὐρηλίοις Ἡρακλάμμωνι Δημέου καὶ Ζηνοδότῳ Ε… καὶ Δωροθέῳ Ἀχιλλέως πολιτευομένοις στρατηγοῖς ἤτοι ἐξάκτορσι Ἑρμουπολίτου χαίρειν προσταχθεὶς παρὰ τῆς μεγαλοπρεπείας τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου κόμετος πρώτου τάγματος καὶ δουκὸς Φλαουίου Ἐλευθερίου ὥστε ἀποδεῖξαι συνωνητήν ἀχύρου λιτρῶν μυριάδων τεσσαράκοντα εἰς τὰ ἄνω μέρη κανόνος τρεισκαιδεκάτης ἰνδικτίονος ἀναγκαίως τὸν ἑξῆς ἐγγεγραμμένον ἑλόμενος ἱκανὸν ὄντα καὶ ἐπιτήδειον λειτουργήσοντα κινδύνῳ …