Ancient Greek
P.Select 11
Documentary Papyri, P.Select 11
Not analysed yet
……χιε… …καὶ ἀπ… …αν καὶ φ… …καίδεκα …εἰκοστόγδοον …φοινικῶνος …ουα… τετ…μ…ἀπηλιωτ…χ… δύω…ασ…υειν…θ…ος καὶ τῶν διὰ τῶν δημοσίων λόγων ἀναγραφομένων οἰκοπέδων ἑκκαιδέκατον τεσσαρακοστὸν ἀρούρης παρακεχωρηκέναι δὲ αὐτῷ ὥστε …ς εἰς μετεπιγραφὴν ἀμπελώνων γῆς καὶ τὴν εἰς αὐτὴν ἐν κατοικικῇ τάξει ἀπιτ…ην ἀρουρῶν δύο μέρος ἥμισυ ἐκ τοῦ πρὸς νότον μέρους διατεῖνον λίβα ἐπʼ ἀπηλιώτην ἐπὶ δὲ τοῦ παντὸς ἀρουρηδοῦ ἢ ὅσων ἐὰν ᾖ καὶ τὰ συνκύροντα πάντα σὺν ταῖς οὔσαις γειτνίαις καὶ ὁρίοις καὶ ποτίστραις καὶ ἀποχύσεσι ἐπιβεβληκότα τῇ Θερμουθαρίῳ ἐκ διαιρέσεως ἀνθʼ ὧν προσώφειλεν τῷ προγεγραμμένῳ Ἀμμωνίῳ λοιπῶν δραχμῶν πεντάκις χιλίων ἐφʼ οἶς ἄλλοις ἡ καταγραφὴ περιέχει, καὶ βουλόμενος εἰς ἐπίγνωσιν συντελεῖν τὰ προκείμενα τῇ Θερμουθαρίῳ ἀξιῶ συντάξαι γράψαι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ μεταδοῦναι τῇ Θερμουθαρίῳ τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον, ἵνʼ εἴδῃ τὰ προκείμενα καὶ μένουσαν κυρίαν τὴν καταγραφὴν ἐφʼ οἷς περιέχει δικαίοις πᾶσι. ὡς καθήκει. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κη σεσημείωμαι Μεχεὶρ κη. Κλαύδιος Κερεᾶλις στρατηγὸς Ἡρακλείδου μερίδος Ἡρώδῃ ἐν κλήρῳ ὄντι ὑπηρετείας· μετάδος ἐνώπιον ὡς καθήκει. ἔτους κβ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Παχὼν σεσημείωμαι.