Ancient Greek
P.Select 14
Documentary Papyri, P.Select 14
Not analysed yet
…Ἑρμηνεία διαθήκης …ν Γάϊος Ἰούλιος Διογένης οὐετρανὸς διαθήκην ἐποίησεν. ἐλεύθεραι ἔστωσαν αἱ δοῦλαί μου Ἰουλία Ἀπολλωνάριον μειζοτέρα ἐτῶν τριάκοντα καὶ μειζοτέρα ἐτῶν τριάκοντα καὶ κληρονόμοι μου ἔστωσαν ἐξ ἴσου μέρους. προσερχέσθωσαν δὲ τῇ κληρονομίᾳ μου ὅταν δυνηθῶσι μαρτύρασθαι ἑαυτὰς ἐμοῦ κληρονόμους εἶναι ἑκάστην ἐξ ἴσου μέρους ἄποντος δόλου πονηροῦ ἐν νομῷ Ἀρσινοίτῃ …τε…τολεμας κατὰ διαθήκην καὶ τῷ δεῖνι …δίδωμι καταλείπω ἀρούρας ἓξ ἀπὸ ἀνέμου ἀπηλιώτου κειμένας …ἀπηλιώτου καλαμίας ἀρούρης τέταρτον δ καὶ …ἄλλας ἀρούρας σιτικὰς ἓξ καὶ ἃ δέδωκα πάντα …η δούλην μου Εὐτέρπην Ἰουλία Ἀπολλωνάριον …ντ… καὶ μετὰ τὴν τελευτήν μου διδωμι …μενη δούλην μου ὀνόματι Σύραν σω…ιω προγεγραμμένῃ ἐπʼ ἀγαθοῖς Ἰουιλίᾳ Ἰσαροῦτι τῇ σπουρίᾳ μου θυγατρὶ ἐκ τῆς ἀπελευθέρας μου Ἰουλίας Πριμίλλας καταλείπω …ἀρούρας σιτικὰς δέκα καὶ περὶ κώμην Φιλαδέλφειαν τοῦ αὐτοῦ νομοῦ προσέτι ἀρούρας φοινικῶνος δύο ἀπὸ ἀνέμου ἀπηλιώτου κειμένας …παραδώσουσι αὐτοῖς …κληρονομο… μου ἀνυπερθέτως …α…μι καὶ τρίτον μέρος πύργου μου ἀπὸ ἀνέμου …κειμένου καὶ μέρος οἰκίας πατρικῆς μου. ἐάν δέ τι φανῶ ὀφείλων ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ ἐκ τῶν ὑπαρχόντων Ἰουλίας Ἰσαροῦτος καὶ Ἰουλίου Διογένους …α ἀποδοθῆναι θέλω καί ἐστιν …ἄλλοις …μου καὶ ὀρφανοὶ ἀποδότωσαν. ἐὰν δέ τι ἀνθρώπινον πάθῃ ὁ προγεγραμμένος …μὴ τέκνα γεννήσας τὸ μέρος αὐτοῦ ἐπὶ τὸν δεῖνα καταντᾶν θέλω, τέκνα δὲ λιπὼν ἐπʼ αὐτούς. θέλω Ἰουλίαν Ἰσαροῦν καὶ Ἰούλιον Διογένην τρέφειν καὶ ἱματίζειν διὰ βίου τὴν μητέραν αὐτῶν Ἰουλίαν Πριμίλλαν ἀπελευθέραν μου. ἐμαυτὸν ἐκκομισθῆναί τε καὶ περισταλῆναι θέλω θελήσει τῶν θυγατέρων μου καὶ θέλω τοὺς κληρονόμους μου πρὸς τὴν ἐπιμέλειαν τοῦ σώματός μου μὴ ἔλαττον …δραχμῶν δαπανᾶν. ταύτῃ τῇ διαθήκη δόλος πονηρὸς ἀπέστω. οἰκετείαν χρήματά τε τῆς διαθήκης γενομένης ἐπρίατο Γάϊος Νουμίσσιος Κρίσπος οὐετρανὸς σηστερτίου νούμμου ἑνός.