Ancient Greek
P.Select 13
Documentary Papyri, P.Select 13
Not analysed yet
Σεπτιμίῳ Φλαουιανῷ πρωτεύοντι Ἡρακλεοπολίτου παρὰ Αὐρηλίας Μαύρας θυγατρὸς Θεοδώρου ἀπὸ κώμης Πεενσαμοὶ ιγ πάγου τοῦ αὐτοῦ νομοῦ. ἐπειδὴ Ἰουλιανὸς Νεμεσίωνος ὁμοκωμήτης μου καὶ σύνοικος προσῆλθεν τῇ σῇ ἐντρεχείᾳ αἰτιώμενός με περὶ ὕβρεως, ἡ δὲ σὴ τύχη ἀκόλουθα τοῖς νόμοις πράττουσα μεταπεμψαμένη με παρενε…σεν μηκέτι πρὸς αὐτὸν ἀμφισβητεῖν, κατὰ τοῦτο ὁμολογῶ ἐπομνυμένη τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου καὶ Θεοδοσίου τῶν αἰωνίων Αὐγούστων ἐντεῦθεν μὴ διαφέρεσθαι πρὸς τὸν προλεχθέντα μου σύνοικον Ἰουλιανὸν μηδὲ ἀμφισβητεῖν περὶ τῆς τυχούσης προφάσεως, ἀλλʼ εἴπερ ἐκείνου προκαταρξαμένου ὕβριν ὑπομείνω, ἐμὲ ἐπάναγκες ἀνελθεῖν καὶ δηλῶσαι τοῖς νόμοις καὶ τῇ σῇ ἐπιεικείᾳ ἀνυπερθέτως, εἰ δὲ φανείην ψευσαμένη, ἔνοχος ἔσομαι τῇ ἐκτίσει …ων δύο καὶ τῷ ἐπηρτημένῳ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ θ καὶ Φλαουίου Κωνσταντίου τοῦ λαμπροτάτου τὸ γ Ἐπεὶφ α. Αὐρηλία Μαύρα Θεοδώρου ἡ προκιμένη ὤμοσα τὸν θεῖον ὅρκον μηκέτι ἀμφισβητεῖν πρὸς Ἰουλιανὸν περὶ ἑνὸς πράγματος ὡς πρόκιται. Αὐρήλιος Ἰωάννης Τιμοθέου οἰνοπράτης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς παρούσης ἀγραμμάτου οὔσης. διʼ ἐμοῦ Ἀρτεμιδώρου ἐγράφη χειρογραφία Μαύρας ἀπὸ Πεενσαμοί