Ancient Greek
P.Select 17
Documentary Papyri, P.Select 17
Not analysed yet
Αὐρήλιος Ἀνουβίων ἐξηγητεύσας βουλευτὴς Ἡρακλέους πόλεως δεκάπρωτος ἐν τοπαρχίᾳ μητροπόλεως καὶ Ἀγήματος Τοκόεως καὶ ἄλλων κωμῶν Αὐρηλίῳ Ἰσιδώρῳ Ὥρου μητρὸς Εἴσιτος ἀπὸ κώμης Πόεως. μεμίσθωκά σοι ἀπὸ τῶν διαφερόντων τῇ δεκαπρωτίᾳ μου περὶ κώμην Πόϊν ἐκ τοῦ λεγομένου Λαομέδοντος κλήρου ἄρουραν μίαν ἥμισυ εἰς σπορὰν …εἰς τὸν σπόρον τοῦ ἐνεστῶτος β φόρου οὗ ἑκουσίως ἐπεδέξω ἀκινδύνου πάντων κινδύνων καὶ ἀνυπολόγου παντὸς ὑπολόγου ἑκάστης ἀρούρης ἀνὰ δραχμὰς τεσσαράκοντα τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς ξ, ἃς καὶ ἀπέσχον παρὰ σου …μισθαποχή