Ancient Greek
P.Select 18
Documentary Papyri, P.Select 18
Not analysed yet
τῷ δεσπότῃ μου καὶ κυρίῳ τῷ πατρὶ Ἀχ… Ἑρμαπόλλων …εὖ πράττειν. ὑγιαίνειν μέν σε καὶ εὐδοκιμεῖν διὰ παντὸς τῷ ὑψίστῳ θεῷ εὔχομαι. διατελῶ, ἐπειδήπερ εἰς τοιαύτην ἐκπλεονεξίαν ἐγενάμην διὰ τοῦ Ἀγαθοῦ σου οἰκέτου μὴ δυνάμενος ὑπενεγκεῖν τὰς ὕβρεις τάς γεγενημένας ὑπʼ αὐτοῦ λεγομένων, καὶ ἀεὶ διὰ παντὸς εἴωθέν μοι ἀντιτάττεσθαι τῶν ἐμῶν λόγων. δεύτερον δὲ τοῦτο· ἐὰν μὴ πρός με ἀποστεῖλαι Εὐχάριστον, μή πως ἂν ἐμπέσω εἰς νόσον καὶ μὴ δυνάμενος ἐμαυτῷ ὕδωρ πλῆσαι ἢ ἄλλο τι τῶν τοιούτων πραγμάτων, ἀνέρχομαι ἐπὶ τὴν πατρίδα δεξάμενός μου τὰ προσρητήρια. κομισάσθωσαν πρός με φαινόλην, ἐπεὶ γὰρ τὸ ἐμὸν ἀπώλετο εἰς τὸ γναφεῖον. καὶ ὅσα εἴδη ἐκόμισας πρός με, ἔσχον αὐτὰ ἀκριβῆ τὸν ἀριθμὸν. ἀπὸ Θεοδώρου οὐκ ἔσχον πάντα πλήρης. κνίδια γὰρ οὐκ εἴληφα ἀπὸ Θεοδώρου. ἔσχον τὴν τιμὴν τῶν κνιδίων πρὸς δεκατρεῖς νούμμουςκαὶ πρὸς δεκατεσσάρας ,οὐδὲ τὴν τιμὴν εἴληφα ἁπάντων. καὶ πεντήκοντα δεσμίδια ἔσχον ἀπὸ Θεοδώρου. ἔσχον ἀπὸ τοῦ κυρίου μου πατρὸς Ἀγαθοῦ Δαίμονος ὅσα ἀπέστειλας πρός με. καὶ ἀπὸ τῶν ἄλλων ἀνθρώπων ἔσχον ἀπʼ αὐτῶν ὅσα εἴδη ἐθεσάμην ἐν τῇ σοῦ ἐπιστολῇ. μὴ ἀμελήσῃς ψωμία καὶ τὰ ἄλλα εἴδη ἀπόστειλον εἰς ἀμείνω αἵρεσιν τῆς κώμης. καὶ τοῦ βίου μετα βεβ… ως…, πάτερ δέσποτα, …χ… …αι… ἀπόδος τῷ δεσπότῃ μου πατρὶ Ἀγαθῷ Δαίμονι.