Ancient Greek
P.Select 2
Documentary Papyri, P.Select 2
Not analysed yet
…παρὰ ἡμῶν Αὐρηλίων Μακαρίου Μακαρίου καὶ Ποιμένος Φοιβάμμωνος καὶ Σαβίνου Ἰωάννου μισθωτῶν τοῦ αὐτοῦ χωρίου χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς λαμπρότητος τὴν μεταξὺ συμφωνηθεῖσαν καὶ συναρέσασαν πρὸς ἀλλήλους τιμὴν οἴνου νέου ἐντοπίου ἐπιτηδείου ἐκ ξεστῶν ἑπτὰ διπλῶν ἑκατὸν εἴκοσι πέντε τῆς σῆς λαμπρότητος παρεχούσης τὰ κοῦφα, γίνεται οἴνου ἐκ ξεστῶν ζ διπλᾶ ρκε, ἅπερ ἐπάναγκες ἀποδώσομεν ἐν τῷ μηνὶ Μεσορὴ ῥύσεως οἴνου τῆς σὺν θεῷ …ἰνδικτίονος ……ινοσαμην ἀμπελουργ …