Ancient Greek
P.Select 3
Documentary Papyri, P.Select 3
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Τῦβι ζ ἐν Τεβτύνι τῆς Πολέμονος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ταπετεεῦς Πετεεῦτος τοῦ Δόμνου ἀπὸ κώμης Κερκεσούχων Ὄρους ὡς ἐτῶν μη ἄσημος μετὰ κυρίου τοῦ ἀδελφοῦ Μύσθου ἐτῶν λϛ οὐλὴ …Θεναπύγχι ἀπάτορι μητρὸς Ῥ… ὡς ἐτῶν …ἀσήμῳ μετὰ κυρίου τοῦ συγγενοῦς… Ποσιδωνίου ἐτῶν λγ οὐλὴ ὀφρύι δεξιᾷ ἔχειν παρʼ αὐτῆς Θεναπύγχεως διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς τριακοσίας ὀγδοήκοντα καὶ τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα ἕκαστον ὧν καὶ τὴν ἀπόδοσιν ποιήσεται ἡ Ταπετεεῦς τῇ Θεναπύγχι ἐν μηνὶ Τῦβι τοῦ εἰσιόντος ἔτους τὰς τῆς χρήσεως ἀργυρίου κεφαλαίου δραχμὰς τριακοσίας ὀγδοήκοντα ἄνευ πάσης ὑπερθέσεως …