Ancient Greek
P.Select 4
Documentary Papyri, P.Select 4
Not analysed yet
……δέξασθαι παρὰ σοῦ λόγῳ μισθοῦ παντὸς τοῦ χρόνου χρυσοῦ νομισμάτια ἐννέα ἥμισυ …τῇ ἐμῇ τροφῇ ἐκ τοῦ ἐμοῦ μισθοῦ· προσομολογῶ δὲ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν ἤδη διὰ χειρὸς λόγῳ ἀρραβῶνος χρυσοῦ νομισμάτια δύο ,τὰ δὲ ἄλλα νομισμάτια ἑπτὰ ἥμισυ …με· μὴ ἐξεῖναι δέ μοι ἐντὸς τοῦ χρόνου ἀναχωρεῖν ἀπὸ σοῦ ἄνευ αἰτίας τινὸς …ἐὰν δέ ἀπαλλάξωμαι δώσω σοι λόγῳ προστίμου χρυσοῦ νομισμάτια ……ἐὰν δὲ βούλῃ ἐκβαλεῖν με ἐκ τῆς χρείας πρὸ συμπληρώσεως τοῦ χρόνου δίχα εὐλόγου αἰτίας ὑποκεῖσθαι τῷ ἴσῳ προστίμῳ. κυρία ἡ ὁμολογία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὑποθέμενος εἰς τὰ προγεγραμμένα πάντα ἅπαντα τὰ ὑπάρχοντα καὶ ὑπάρξοντά μοι …ὑποθήκης δικαίῳ καὶ ἐνεχύρου λόγῳ …