Ancient Greek
P.Sijp. 21 a
Documentary Papyri, P.Sijp. 21a
Not analysed yet
ἐνάρχοις Εὐεργετιδέων πόλεως Ἰσχυρᾷ γυμνασιάρχῳ Εὐδαίμονι ἐξηγητῇ Κοπρίᾳ κοσμητῇ παρὰ Χαιρήμονος Παοῦτος μητρὸς Ἑλένης ἀπὸ Εὐεργέτιδος. ὑπέχομαι μισθώσασθαι ἀπὸ τοῦ ἑξῆς μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος κϛ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ χρόνον ἔτη πέντε πολιτικὸν τοπάριον πρὸς τετραστύλῳ ἀπὸ βορρᾶ ἱεροῦ Ἀταργάτιδος ἐνοικίου κατ’ ἔτος δραχμῶν ὀκτώ, ἃς ἀποδώσω ἐτησίως εἰς τὸν πολιτικὸν λόγον, εἰ κυρωθείην. ἔτους κϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Μεχεὶρ ζ.