Ancient Greek
P.Sijp. 21 b
Documentary Papyri, P.Sijp. 21b
Not analysed yet
ἐκ προγραμμάτων κϛ Ἁθὺρ ιθ. παρὰ Ὡρίωνος καὶ τῶν λοιπῶν πρεσβυτέρων Ἀπόλλωνος πόλεως διαδεχομένων τὴν κωμογραμματείαν. εἰς ἐπιμέλειαν γεωργίας καὶ κατασπορᾶς δημοσίας γῆς οὔσης περὶ Ἀπόλλωνος ἀντὶ Τοτοέως Ἀμινίου ἀνακεχωρηκότος δίδομεν τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον· ἔστι δέ· Μενχῆς μητρὸς Τσιντοτοέως Κέλητος ἀπὸ Λαύρας καταγινόμενος ἐν Πέτρᾳ ἔχων πόρον οἰκόπεδα καὶ ἐδάφη δραχμῶν χ. ιθ ὁμοίως εἰς ἐπιμέλειαν γεωργίας δημοσίας γῆς οὔσης περὶ Ἀπόλλωνος πόλιν ἀντὶ Παγώνιος Ὡριγᾶτος ἀπὸ μητροπόλεως ἀνακεχωρηκότος δίδομεν τὸν ὑπογεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον· ἔστι δέ· Ὧρος Ἀγάθωνος ἀπὸ μητροπόλεως καταγινόμενος ἐν Ἀπόλλωνος ἔχων πόρον δραχμῶν φ. ἔτους κϛ Ἁθὺρ ιθ.