Ancient Greek
P.Sijp. 22
Documentary Papyri, P.Sijp. 22
Not analysed yet
Αὐρηλίῳ Διοκλεῖ ε…νου προπολιτευομένῳ πραιποσίτῳ ιβ πάγου νομοῦ Ἑρμουπολίτου παρὰ Αὐρηλίων Α…τος …υωριος καὶ Κουλῶτος Παυῆτος καὶ Κοπρέους Ἁρπαήσιος καὶ Παμούνιος Σιλβανοῦ τῶν τεσσάρων ἀπαιτητῶν κώμης Σεσόγχων τοῦ αὐτοῦ πάγου· ἐπιδίδομεν καὶ εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους ἀνθ’ ἡμῶν ἀπαιτητὰς ἀννώνης τῆς εὐτυχοῦς η νέας ἰνδικτίονος εὐπόρους ὄντας καὶ ἐπιτηδείους τῇ χρείᾳ καὶ βίον ε…τας κινδύνῳ ἡμῶν καὶ τῶν ἀπὸ τῆς αὐτῆς κώμης ἐξ ἀλληλεγγύης, εἰσὶ δὲ …Σιλβανὸς Ἁτρῆτος …Παμοῦνις Σιλβανοῦ …Κουλῶς Παυῆτος ……ι…ρ… οὕσπερ ἐγγυώμεθα καὶ παραστήσομεν ἀμέμπτως ἀποπληροῦντας τὴν ἐγχειρισθεῖσαν αὐτοῖς ἀπαίτησιν τῆς ἀννώνης μετὰ πάσης πίστεως …ντος. ἐὰν δὲ λιποτακτήσωσι καὶ μὴ παραστήσωμεν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑπομενοῦμεν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. μετὰ τὴν ὑπατείαν Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων, Φαρμοῦθι ε. οἱ προκείμενοι ἐπιδεδώκαμεν ὡς πρόκειται. Αὐρήλιος Παπνοῦθις Σιλβανοῦ ἔγραψα ὑπὲρ αὐτῶν φασκόντων γράμματα μὴ εἰδέναι.