Ancient Greek
P.Sijp. 45
Documentary Papyri, P.Sijp. 45
Not analysed yet
Ἀθηνόδωρος τοῖς ἀγορανόμοις χαίρειν. τοῦ παρὰ Πύρρου τοῦ πράκτορος ὑπομνήματος ὑπόκειται ὑμῖν τὸ ἀντίγραφον. καταγράψατε οὖν τῆι Θαϋβάστει τὴν ὠνὴν τοῦ σώματος κατὰ τοῦτο. ἔρρωσθε, ἔτους η Ἁθὺρ κη. Ἀθηνοδώρωι διοικητῆι παρὰ Πύρρου. ἀπογέγραπται κατὰ τὸ ἐκτεθὲν πρόσταγμα ἔτους η Φαῶφι β περὶ τῶν ἐχόντων σώματα Αἰγύπτια ἀπὸ τῆς ἐν τῇ χώραι ταραχῆς Θαϋβάστις Σωκράτου Σύρα μετὰ κυρίου Ἀπολλωνίου τῶν Ἀνθεμίδου, Κρητός, ὑπηρέτου θωρακιτῶν ἐπιλέκτων Θάσιον ὡς ἐτῶν ιη, ὃ ἔφη εἶναι Αἰγύπτιον· καὶ τὴν καταβολὴν πεποίηται Θαϋβάστις ἐπὶ τὴν Φιλίππου τράπεζαν εἰς τὸν τοῦ βασιλέως λόγον ἔτους η Ξανδικοῦ ιε χαλκοῦ δραχμῶν φ καὶ καταλλαγὴν δραχμῶν νβ τετρώβολον καὶ τὸ γενόμενον τέλος τῶν ἀνδραπόδων χαλκοῦ ρι πεντώβολον …ας. ἐάν σοι φαίνηται, σύνταξον καταγράψαι τὴν ὠνὴν τῆι Θαϋβάστει οὔσηι ὡς ἐτῶν λ βραχείαι μελίχρωι στρογγυλοπροσώπωι οὐλὴ μήλωι δεξιῶι μετὰ κυρίου Ἀπολλωνίου τοῦ Ἀπολλωνίου ὡς ἐτῶν μ μέσου μελίχρου ἀναφαλάντου ὦτα ἀφεστηκότα οὐλὴ μετώπωι ἐξ ἀριστερῶν ἀγυιᾶς Ἀρσινόης Εὐεργέτιδος, Θασίου ἐτῶν ιη βραχείας μελάγχρου στρογγυλοπροσώπου οὐλαὶ πλείους εὐσήμου ὠνὴ· ἔτους η Ἁθὺρ κϛ Δαισίου δ.