Ancient Greek
P.Sijp. 46
Documentary Papyri, P.Sijp. 46
Not analysed yet
……τὴν προκειμένην …διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περὶ σὲ τὸν ὠνούμενον καὶ τοὺς παρὰ σοῦ τὴν τῶν πεπραμένων σοι ὡς πρόκειται ἀνδραπόδων κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῆσθαι τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσασθαί με μηδὲ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ ἡ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν εἰς τὸ δημόσιον τὴνἴσην· καὶ μετεδόμην τάσδε προκτητικὰς ὠνὰς τῶν ἀνδραπόδων πρὸς τὸ ὑπαρχθῆναί σοι τὰ ἀπʼ αὐτῶν δίκαια. ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη ἣν καὶ τρισσήν σοι ἐξεδόμην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Παπίου Πακατιανοῦ τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Μεκιλίου Ἱλαριανοῦ τοῦ λαμπροτάτου Θὼθ ζ Φλάυιος Ἑρμᾶς Ὥρου ὁ προγεγραμμένος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ἐκ πλήρους καὶ βεβαιώσω ὡς πρόκειται. ……λλ… …δο…ιο ……ωνος ε… ἅσπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ……ὡς πρόκειται ἀνδραπόδων κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας ……τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσασθαί με μηδὲ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὸν ὠνούμενον ……προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη ……ὑπαρχθῆναί σοι τὰ ἀπʼ αὐτῶν δίκαια ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη ……Ἱλαριανοῦ τοῦ λαμπροτάτου Θὼθ ζ Φλάυιος Ἑρμᾶς Ὥρου ὁ προγεγραμμένος πέπρακα καὶ ἀπέσχον ……εν… …χειρὸς ἐκ πλήρους ……αἱρῆσθαι τρόπον ……τὸν ὠνούμενον ……σοι τῷ ὠνουμένῳ ……πρὸς τὸ ὑπαρχθῆναι ……ἐπάρχου τοῦ ἱεροῦ …