Ancient Greek
P.Sorb. 3 103
Documentary Papyri, P.Sorb. 3 103
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Θάσως Πεταθύμιος. ἀδικοῦμαι ὑπὸ Ἡρακλείδου τῶν κατοικούντων Ἰουδαίων ἐν Μούχει τῆς Πολέμωνος μερίδος. ὑπαρχούσης γάρ μοι μητρικῆς οἰκίας καὶ αὐλῆς ἐν τῆι προγεγραμμένηι κώμηι τῆι ἡμέραι α τοῦ Χοιὰχ τοῦ α ἔτους παραγενόμενος Ἡρακλείδης παραλαβὼν καὶ πλείονας ὧν τὰ ὀνόματα ἀγνοῶ καὶ …προσαγαγὼν πλίνθον ἀνωικοδόμει τὴν οἰκίαν μου. κωλυόμενος δὲ ὑπὸ τῶν παρ’ ἐμοῦ οὐ προσέσχεν ἀλλὰ καὶ τὰς χεῖρας αὐτοῖς προσήνεγκεν. ἐμοῦ δὲ ἐντυχόντος τοῖς λαοκρίταις κατὰ τοῦ οἰκοδόμου ἔγραψαν τοῖς φυλακίταις ἀποστεῖλαι αὐτὸν ἐπ’ αὐτοὺς …ωσ…τω…ανηχθηι διὰ τὸ φθαρῆναι αὐτοὺς ὑπὸ τοῦ Ἡρακλείδου. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι παρ’ αὐτοῦ ἀποστεῖλαι Ἡρακλείδην ἐπ’ αὐτὸν ὁμοίως καὶ τὸν οἰκοδόμον ὅπως ἐπιστροφῆς τύχωσιν περὶ τούτων. τούτου γὰρ γενομένου, τεύξομαι τῆς παρὰ σοῦ βοηθείας εὐτύχει. Δημητρίωι· μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μὴ, ἀπόστειλον ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους α Πανήμου ιβ Χοιὰχ ζ Θάσως Δημητρίωι