Ancient Greek
P.Sorb. 3 104
Documentary Papyri, P.Sorb. 3 104
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Πετέσουχος. ἀδικοῦμαι ὑπὸ Πόμβωτος τῶν ἐκ Μούχεως. ὑπάρχοντος γάρ μοι τόπου ψιλοῦ ἐν τῆι προγεγραμμένηι κώμηι, ἐπελθὼν ὁ ἐγκαλούμενος ἠνοικοδομεῖ τὸν τόπον καταγνούς μου ὅτι πρεσβύτερός εἰμι καὶ μὴ ἰσχύειν με τοῖς ἰδίοις, αὐτὸν δὲ ἰσχύειν. καὶ ἐμοῦ κωλύοντος αὐτόν τε καὶ τοῖς οἰκοδόμοις ἀπειπαμένου, ἐμοῦ οὐθένα λόγον ἐποιήσαντο παριδόντες καὶ τὸν νόμον. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι ἐπιστάτηι ἀποστεῖλαι τὸν Πόμβων καὶ τοὺς οἰκοδόμους ἐπὶ Διοφάνην ὅπως, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, μὴ ἐπιτρέπειν αὐτῶι παραιρεῖσθαί μου τὸν τόπον μηδὲ οἰκοδομεῖν τούς τε οἰκοδόμους τυχεῖν τῆς ἀξίας ζημίας καθότι ἂν Διοφάνης συνκρίνηι. τούτου γὰρ γενομένου, ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τεύξομαι τοῦ δικαίου. εὐτύχει. Δημητρίωι· μάλιστα μὲν διάλυσον αὐτούς, εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τῶν λαοκριτῶν διακριθῶσιν. ἔτους γ Ἀρτεμισίου …Θωὺθ ζ Πετέσουχος Δημητρίωι πρὸς Πόμβων