Ancient Greek
P.Sorb. 3 105
Documentary Papyri, P.Sorb. 3 105
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Πευκέστης Δ… ἀδικοῦμαι ὑπὸ Ἁρσοντώυτος καὶ Ἐφιμήνιος. ὑπάρχοντος γάρ μοι σταθμοῦ ἐν …τούτου τὸ μὲν ἥμισυ διοικοδομήσας ἔκτισα γυμνάσιον, ἐν δὲ τῶι ἑτέρωι ἡμύσει …δὲ καὶ καταγεινομένου ἐπὶ πλεῖον καταγνόντες …νισμων ἐν τῶι γυμνασίωι …υτο…ιβα… εἰς τὸν σταθμὸν εἰσπορεύεσθαι φάμενος ἠγορακέναι αὐτὸν δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι ἐπιστάτηι …τοὺς προγεγραμμένους ἀποστεῖλαι ἐπὶ Διοφάνην …τούτων γὰρ γενομένων, διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τεύξομαι. …εὐτύχει. Δημητρίωι· μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους …Πευκέστης Δημητρίωι. πρὸς Ἁρσονθώυν καὶ Ἐφίμηνιν