Ancient Greek
P.Sorb. 3 108
Documentary Papyri, P.Sorb. 3 108
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Νίκανδρος Αἴνιος τῆς τρίτης ἱππαρχίας ἑκατοντάρουρος …ἀδικοῦμαι ὑπὸ Πετεσουχου τοῦ Πάιτος καὶ Πνεφέρωτος τοῦ Πετεύριος τῶν ἐκ Μουχέως …ρα τοῦ κλήρου μου καὶ ποτίζοντες κατέλιπον τὸν κλῆρον …τὸν ἐμὸν καὶ διὰ ταύτην τὴν αἰτίαν ἐξεκλύσθη χῶμά μου καινὸν εἰς ὃ ἀνηλώκην δραχμὰς …τῶι παρὰ Δημητρίου τοῦ ἐπιστάτου ἐπέδειξα τὸ βλάβος ὥστε …δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι ἐπιστάτηι καὶ, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, ἐπαναγκάσαι αὐτοὺς τό τε βλάβος μοι ἀποτεῖσαι καὶ …ἀποσταλῆναι αὐτοὺς ἐπὶ Διοφάνην ὅπως ἐπʼ αὐτοῦ μοι τὰ δίκαια ποιῶσιν περὶ ὧν διὰ τῆς ἐντεύξεως ἐπικαλῶ αὐτοῖς. τούτου γὰρ γενομένου ἔσομαι διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τετευχώς. εὐτύχει. Δημητρίωι· ἐπισκεψάμενος διασάφησον ἡμῖν περὶ τούτων. ἔτους …Νίκανδρος πρὸς Πετέσουχον καὶ Πνεφέρουν Δημητρίωι