Ancient Greek
P.Sorb. 3 109
Documentary Papyri, P.Sorb. 3 109
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Θαυῆς Φαυῆτος ἐκ Μούχεως τῆς Πολέμωνος μερίδος. ἀδικοῦμαι ὑπὸ Ὥρου τοῦ Φάβιτος τοῦ ἀνδρός μου. ἐγβαλὼν γάρ με ἐκ τῆς οἰκίας …ἱματισμὸν παραδεδωκυίας τέ μου αὐτὸν π… αὐτὸν ἐξαιρεῖται. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Γλαύκωι τῶι ἐπιστάτηι ἀποστεῖλαι …αὐτὸν ἐπὶ Διοφάνην, ὅπως τὰ δίκαιά μοι ποιῆι καὶ ἐπὶ σὲ καταφυγοῦσα, βασιλεῦ τὸν πάντων εὐεργέτην, τῆς παρὰ σοῦ βοηθείας τύχω. εὐτύχει Δημητρίωι· μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον αὐτοὺς ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους …Θαυῆς πρὸς Ὧρον. Δημητρίωι