Ancient Greek
P.Sorb. 3 111
Documentary Papyri, P.Sorb. 3 111
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν …δινεβαχις καλεῖται τῶν κατοικουσῶν ἐν Μούχει τῆς Πολέμωνος μερίδος. ἀδικοῦμαι ὑπὸ Ἀντιλόχου τοῦ Ἀντιγόνου Μακεδόνος. δανεισα… σ δραχμ τόκου ὡς ἐκ δύο δραχμῶν τῆς μνᾶς τὸν μῆνα ἕκαστον …κατὰ συνγραφὴν τὴν παρὰ Καλλιφῶντι. τοῦ δὲ ἔτους α μηνὸς …ἡμῶν ὃ ἦν ἄξιον δραχμῶν κ ἐξέβαλέν με καὶ οἷός ἐστιν …έδωκα τὰς σ δραχμὰς διὰ τὸν σταθμὸν τοῦτον. δέομαι οὖν σου, βασιλεῦ, μὴ περιιδεῖν με ἀδικουμένην ὑπὸ βιαίου ἀνθρώπου καὶ ἀποστερουμένην …ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην ὅπως ἐπισκέψηται καὶ, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, ἐπαναγκάσαι τὸν ἐγκαλούμενον ἀποδοῦναί μοι τὸ ἱμάτιον καὶ συνταγῆναι αὐτῶι μὴ πωλεῖν …συνγραφὴ τοῦ δανείου ἐκ τῶν ὑπαρχόντων αὐτοῦ …τούτου γὰρ γενομένου, βασιλεῦ, ἔσομαι τῆς παρὰ σοῦ βοηθείας τετευχυῖα. εὐτύχει. Δημητρίωι· μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον αὐτοὺς ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους α Αὐδναίου κδ Παχὼν ε