Ancient Greek
P.Sorb. 3 110
Documentary Papyri, P.Sorb. 3 110
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ταύτως …τῆς Πολέμωνος μερίδος. ἀδικοῦμαι ὑπὸ Δημητρίου …Ἀλκιμάχου τῶν ἐκ τῆς αὐτῆς κώμης …Στρατονίκης τελευτησάσης …ἀνέπεισέν με τοῦ γ ἔτους Ἐπεὶφ …αὐτοὺς ἐπὶ τοῦ τάφου, ἐμοῦ δὲ …Δημήτριος καταφρονήσας μου ὅτι …παραλαβὼν αὐτοῦ τὸν ἀδελφὸν …παι καὶ ἀπηνέγκατο πρὸς ἑαυτὸν …δέομαι οὖν σου, βασιλεῦ, μὴ περιιδεῖν με ὑπὸ …ἀδικουμένην ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην καὶ ἐὰν ἦι ἃ γράφω ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν …τὰ ὑπογεγραμμένα ἢ τὴν δ… τούτου γὰρ γενομένου ἔσομαι ἐπὶ σὲ καταφυγοῦσα, βασιλεῦ, τὸν πάντων εὐεργέτην, τοῦ δικαίου τετευχυῖα. εὐτύχει. ἔστιν δὲ τὸ καθʼ ἕν · χιτὼν ἄνθινος …ἐνωτίων χρυσῶν ζεύγη δύο ἄξια δραχμῶν κδ̅ γρύτη …ἀλάβαστροι δ δραχμῶν η καὶ ἑτέρα γρύτη …Δημητρίωι· μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον πρὸς ἡμᾶς ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους …Ταύτως πρὸς Δημήτριον Δημητρίωι