Ancient Greek
P.Sorb. 3 129
Documentary Papyri, P.Sorb. 3 129
Not analysed yet
Δημήτριος Διοφάνει χαίρειν. ἐκόμισέν μοι ἔντευξιν Ἐπίστρατος ἐπίγονος τῶν κατοικούντων Μοῦχιν κατὰ τῶν γεωργῶν περὶ τοῦ ἐμπυρισμοῦ ἐν ἧι ὑπογράφεις μάλιστα μὲν διαλῦσαι αὐτούς, εἰ δὲ μή, ἀποστεῖλαι αὐτοὺς ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν· ἀνακαλεσάμενος οὖν τοὺς κατοικοῦντας ἐν τῆι κώμῃ γεωργοὺς ἀνέγνων αὐτοῖς τὴν ἔντευξιν· οὐ βουλομένων δὲ αὐτῶν ἐφʼ ἡμῶν διαλύεσθαι ἀπέσταλκα αὐτοὺς πρὸς σέ. γέγραφα οὖν σοι ὅπως εἰδῇς. ἔρρωσο ἔτους γ Παχὼν β Διοφάνει