Ancient Greek
P.Sorb. 3 130
Documentary Papyri, P.Sorb. 3 130
Not analysed yet
Δημήτριος Γλαύκωι χαίρειν. κεκόμικεν ἡμῖν Θαβῆς ἔντευξιν παρὰ Διοφάνου κατὰ Μαρρέους τοῦ Σέωτος καὶ Σέωτος τοῦ πατρὸς καὶ τοῦ οἰκοδόμου Μαρρέους· ὡς ἂν οὖν λάβηις τὴν ἐπιστολὴν ἀπόστειλον τοὺς ἀνθρώπους πρὸς ἡμᾶς, ὅπως ἀποσταλῶσι πρὸς Διοφάνην. ἔρρωσο. ἔτους κε. Φαμενὼθ κ̅ε̅. …υ π…ων Γλαύκωι