Ancient Greek
P.Sorb. 3 131
Documentary Papyri, P.Sorb. 3 131
Not analysed yet
Δημήτριος Γλαύκωι χαίρειν. ἐγράψαμέν σοι παραγγεῖλαι Πτολεμαίωι ὧι ἐγκαλεῖ Ἡρακλείδης παραγενέσθαι πρὸς ἡμᾶς ὅπως ἐπισκεψώμεθα περὶ ὧν ἐπεκάλεσεν αὐτῶι Ἡρακλείδης καὶ οὐθαμοῦ συνήντησεν. διασάφησον οὖν ἡμῖν ποῖόν τι γέγονεν καὶπάλι παράγγειλον αὐτῶι παραγενέσθαι πρὸς ἡμᾶς. ἔρρωσο ἔτους κϛ Θωὺθ κγ Ἡρακλείδου Γλαύκωι …