Ancient Greek
P.Sorb. 3 70
Documentary Papyri, P.Sorb. 3 70
Not analysed yet
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου ἔτους ιϛ ἐφ’ ἱερέως Ἀρχαγάθου τοῦ Ἀγαθοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν μηνὸς Λωίου ι ἐν Ὀξυρύγχων πόλει ἐπ’ ἀγορανόμου Ἀγαθῶνος. ἐπρίατο Ζηνόδωρος Κυρηναῖος λοχαγὸς τῶν Σαδάλου παρὰ Σίμωνος Πασίωνος Λίβυος παρεπιδήμου παιδίσκην Ἀργυρίδα Σύραν ὡς ἐτῶν μ μελαγχρὴς οὐλαὶ ἐπ’ ὀφρύος δεξιᾶς καὶ σιαγόνος καὶ τὸ ταύτης παιδίον …φ…α…ωσ…