Ancient Greek
P.Sorb. 3 71
Documentary Papyri, P.Sorb. 3 71
Not analysed yet
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους ὀκτωκαιδεκάτου, ἐφ’ ἱερέως Λύκου τοῦ Κλεισία Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Ἀνδρομάχου, μηνὸς Αὐδναίου, ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου. ἐδάνεισεν Ζηνόδωρος Κυρηναῖος λοχαγὸς τῶν Σαδάλου Πολιάνθηι Κυρηναίωι τῶν Ζωίλου χόρτου δεσμὰς χιλίας πεντήκοντα. ἀποδότω δὲ Πολιάνθης Ζηνοδώρωι τὸν χόρτον τοῦτον καὶ ἡμιολίαν ἐν μηνὶ Δαισίωι τοῦ ἐννεακαιδεκάτου ἔτους …ἐν χόρτωι ξηρῶι δεσμὰς ὡς ἀνέλαβεν καὶ ἀποκαταστησάτω ἐν τῶι δέοντι καιρῶι εἰς τὸν ἱππῶνα τὸν Ζηνοδώρου τὸν ἐν Τακόναι ὄντα τοῖς ἰδίοις ἀνηλώμασιν. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Πολιάνθης Ζηνοδώρωι τιμὴν …άκοντα. κύριος δ’ ἔστω καὶ ἄλλος τις πράσσων ὑπὲρ Ζηνοδώρου κατὰ ταῦτα. μάρτυρες… Μυσός, Νι… …ωρ Πέρσης, Φιλάμμων Πέρσης, Κλεόδικος Λίβυς, Παντεὺς …Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους ὀκτωκαιδεκάτου ἐφ’ ἱερέως Λύκου τοῦ Κλεισία Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Ἀνδρομάχου, μηνὸς Αὐδναίου, ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου. ἐδάνεισεν Ζηνόδωρος Κυρηναῖος λοχαγὸς τῶν Σαδάλου Πολιάνθηι Κυρηναίωι τῶν Ζωίλου χόρτου δεσμὰς χιλίας πεντήκοντα …Ζηνόδωρος πρὸς Πολιάνθην χόρτου δάνειον …