Ancient Greek
P.Sorb. 3 87
Documentary Papyri, P.Sorb. 3 87
Not analysed yet
Ἀρίσταρχος Χρυσίππωι χαίρειν. γινομένου …ὁ παρὰ Νίκωνος σιτολόγος οὐ συναντῶν ἀλλὰ συμβαίνει, ὑποζυγίων πεντήκοντα ἐφεστηκότων καὶ τοῦ σίτου καθαροῦ ὄντος ἐπὶ τῶν ἁλώνων, μὴ εἰσδέχεσθαι. καλῶς οὖν ποιήσεις μεταπεμψάμενος Νίκωνα καὶ συντάξας αὐτῶι ἀποστεῖλαι τὸν ὑπηρέτην καὶ ἵνα μὴ εἰς τὸ λοιπὸν τοῦτό μοι γίνηται . ἔρρωσο. ἔτους δ Φαρμοῦθι ιζ. Χρυσίππωι