Ancient Greek
P.Sorb. 3 88
Documentary Papyri, P.Sorb. 3 88
Not analysed yet
Ἀρίστανδρος Ἀριστάρχωι χαίρειν. ἧι ἡμέραι ἐκομισάμην τὴν ἐπιστολὴν περὶ τῶν ϛ μναιείων, ἡτοίμαζόν σοι. τῆι δʼ ἐπαύριον ἡμέραι, Ἑρμάφιλος ἐνετείλατο, διὰ τὸ χρείαν ἔχειν, κ μναιεῖα συνθεῖναι αὐτῶι, καὶ οὐκ ἔφη πρότερον κ… ἐὰν μὴ κομίσηται· ὡς ἂν οὖν αὐτὸς παραγίνωμαι, παρακομιῶ σοι αὐτά. ἔρρωσο. ἔτους ϛ, Φαμενὼθ λ. Ἀριστάρχωι.