Ancient Greek
P.Sorb. 3 90
Documentary Papyri, P.Sorb. 3 90
Not analysed yet
…Ἀριστάρχωι χαίρειν. ἐνετύχομεν Κτησικλεῖ περὶ τῶν ἐν Σεβεννύτωι λαῶν περὶ τῆς τριχαλκίας. οὐκ ἔφη οὖν δυνατὸν εἶναι εἰς τὸ βασιλικὸν διαγραφῆναι τὰς μ δραχμάς, ἀλλὰ δεῖν εἰς τὸν Ἑρμαφίλου λόγον ἐμπεσεῖν, σοί τε οὐ βούλεσθαι διαφέρεσθαι περὶ τούτου. ἀξιοῖ δὲ γράψαι αὐτῶι Κόμωνα ἐγδεχόμενον τὰς μ δραχμάς, ἐπειδὴ καὶ ἀπεργάζονται οἱ λαοὶ τὸ κέρμα τοῦτο εἰς ἄροσιν. περὶ δὲ τῶν λοιπῶν ὡς ἂν διοικηθῆι ἐπιστελοῦμέν σοι. ἔρρωσο. Ἀριστάρχωι.