Ancient Greek
P.Sorb. 3 89
Documentary Papyri, P.Sorb. 3 89
Not analysed yet
Ἀμμώνιος Ἀριστάρχωι χαίρειν. γέγραφεν ἡμῖν Ἀρτεμίδωρος ὁ παρὰ Στρατίου τετελευτηκέναι τῶν περὶ Φαρβαιθα καταμεμετρημένων μισθοφόρων ἱππέων ἐπιλάρχην Θεόδωρον Φανοκλέους Σηλυμβριανὸν τῶν Ἐτεωνέως. ἀνάλαβε οὖν αὐτοῦ τὸν κλῆρον εἰς τὸ βασιλικὸν, καὶ περὶ τῶν ἐκφορίων φρόντισον, ὅπως συναχθῆι πάντα εἰς τὸ βασιλικὸν, ὡς πρὸς σὲ τοῦ λόγου ὄντος. ἔρρωσο. ἔτους θ Φαρμοῦθι ιη. Ἀριστάρχωι. κλήρου ἀναλήψεως